Skip to content

Category Archives: Theology

Περὶ Υἱοῦ (Concerning the Son)

Ἦν βροτὸς, ἀλλὰ Θεός. Δαβὶδ γένος, ἀλλ’ Ἀδάμοιο
Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός.
Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ’ ἀμέτρητος.
Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν
Ἀστὴρ, δωροφόροι δ’ ἄρ’ ἔβαν, καὶ γούνατ’ ἔκαμψαν.
Ὡς βροτὸς ἦλθ’ ἐπ’ ἀγῶνα, ὑπέρσχεθε δ’ ὡς ἀδάμαστος
Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη,
Θρέψε δὲ χιλιάδας, ὕδωρ τ’ εἰς οἶνον ἄμειψε.
Λούσατο, ἀλλ’ ἐκάθηρεν ἁμαρτάδας, [...]